Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 205 - 304 of 431 • previousnext

s-205 δέ οἱ φίλα δάμαρ τάλαιναν δυστάλαινα καρδίαν πάγκλαυτος αἰὲν ὤλλυτο·
s-206 νῦν δ̓ Ἄρης οἰστρηθεὶς ἐξέλυσ̓ ἐπίπονον ἁμέραν.
s-207 ἀφίκοιτ̓ ἀφίκοιτο·
s-208 μὴ σταίη πολύκωπον ὄχημα ναὸς αὐτῷ, πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε, νασιῶτιν ἑστίαν ἀμείψας, ἔνθα κλῄζεται θυτήρ·
s-209 ὅθεν μόλοι πανίμερος, τᾶς πειθοῦς παγχρίστῳ συγκραθεὶς ἐπὶ προφάσει φάρους.
s-210 οὐκ οἶδ̓·
s-211 ἀθυμῶ δ̓, εἰ φανήσομαι τάχα κακὸν μέγ̓ ἐκπράξασ̓ ἀπ̓ ἐλπίδος καλῆς.
s-212 ὡς δ̓ εἰδῇς ἅπαν, τοῦτ̓ ἐπράχθη, μείζον̓ ἐκτενῶ λόγον.
s-213 καί μοι τάδ̓ ἦν πρόρρητα καὶ τοιαῦτ̓ ἔδρων·
s-214 κἄδρων τοιαῦτα.
s-215 νῦν δ̓, ὅτ̓ ἦν ἐργαστέον, ἔχρισα μὲν κατ̓ οἶκον ἐν δόμοις κρυφῇ μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην, κἄθηκα συμπτύξασ̓ ἀλαμπὲς ἡλίου κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.
s-216 εἴσω δ̓ ἀποστείχουσα δέρκομαι φάτιν ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.
s-217 τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως τῆς οἰός, προύχριον, ἐς μέσην φλόγα, ἀκτῖν̓ ἐς ἡλιῶτιν·
s-218 τοιόνδε κεῖται προπετές·
s-219 ἐκ δὲ γῆς, ὅθεν προύκειτ̓, ἀναζέουσι θρομβώδεις ἀφροί, γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ χυθέντος εἰς γῆν Βακχίας ἀπ̓ ἀμπέλου.
s-220 ὁρῶ δέ μ̓ ἔργον δεινὸν ἐξειργασμένην.
s-221 πόθεν γὰρ ἄν ποτ̓, ἀντὶ τοῦ θνῄσκων θὴρ ἐμοὶ παρέσχ̓ εὔνοιαν, ἧς ἔθνῃσχ̓ ὕπερ;
s-222 ὧν ἐγὼ μεθύστερον, ὅτ̓ οὐκέτ̓ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.
s-223 μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·
s-224 τὸν γὰρ βαλόντ̓ ἄτρακτον οἶδα καὶ θεὸν Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ, φθείρει τὰ πάντα κνώδαλ̓·
s-225 ἐκ δὲ τοῦδ̓ ὅδε σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας πῶς οὐκ ὀλεῖ καὶ τόνδε;
s-226 καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται, ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα·
s-227 ταρβεῖν μὲν ἔργα δείν̓ ἀναγκαίως ἔχει, τὴν δ̓ ἐλπίδ̓ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.
s-228 τοιαῦτα δ̓ ἂν λέξειεν οὐχ τοῦ κακοῦ κοινωνός, ἀλλ̓ μηδέν ἐστ̓ οἴκοι βαρύ.
s-229 σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον, εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς·
s-230 μῆτερ, ὡς ἂν ἐκ τριῶν σ̓ ἓν εἱλόμην, μηκέτ̓ εἶναι ζῶσαν, σεσωσμένην ἄλλου κεκλῆσθαι μητέῤ, λῴους φρένας τῶν νῦν παρουσῶν τῶνδ̓ ἀμείψασθαί ποθεν.
s-231 οἴμοι, τιν̓ ἐξήνεγκας, τέκνον, λόγον;
s-232 τὸ γὰρ φανθὲν τίς ἂν δύναιτ̓ ἂν ἀγένητον ποεῖν;
s-233 πῶς εἶπας, παῖ;
s-234 τοῦ παῤ ἀνθρώπων μαθὼν ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής;
s-235 ποῦ δ̓ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;
s-236 οὗ νιν τὰ πρῶτ̓ ἐσεῖδον ἄσμενος πόθῳ.
s-237 μέλλοντι δ̓ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς κῆρυξ ἀπ̓ οἴκων ἵκετ̓ οἰκεῖος Λίχας, τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·
s-238 ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο, ταυροκτονεῖ μὲν δώδεκ̓ ἐντελεῖς ἔχων λείας ἀπαρχὴν βοῦς·
s-239 ἀτὰρ τὰ πάνθ̓ ὁμοῦ ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.
s-240 καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί, κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο·
s-241 ἦλθε δ̓ ὀστέων ἀδαγμὸς ἀντίσπαστος·
s-242 εἶτα φοινίας ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.
s-243 κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο, μάρψας ποδός νιν, ἄρθρον λυγίζεται, ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν·
s-244 κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου κρατὸς διασπαρέντος αἵματός θ̓ ὁμοῦ.
s-245 ἅπας δ̓ ἀνηυφήμησεν οἰμωγῇ λεώς, τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·
s-246 κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.
s-247 ἀμφὶ δ̓ ἐκτύπουν πέτραι, Λοκρῶν τ̓ ὄρειοι πρῶνες Εὐβοίας τ̓ ἄκραι.
s-248 παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν, μη δ̓ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·
s-249 ἀλλ̓ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς ἐνταῦθ̓ ὅπου με μή τις ὄψεται βροτῶν·
s-250 εἰ δ̓ οἶκτον ἴσχεις, ἀλλά μ̓ ἔκ γε τῆσδε γῆς πόρθμευσον ὡς τάχιστα, μη δ̓ αὐτοῦ θάνω.
s-251 τοσαῦτ̓ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει θέντες σφε πρὸς γῆν τήνδ̓ ἐκέλσαμεν μόλις βρυχώμενον σπασμοῖσι·
s-252 καί νιν αὐτίκα ζῶντ̓ ἐσόψεσθ̓ τεθνηκότ̓ ἀρτίως.
s-253 τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ̓ ἐμῷ καὶ δρῶσ̓ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη τίσαιτ̓ Ἐρινύς τ̓.
s-254 τί σῖγ̓ ἀφέρπεις;
s-255 οὐ κάτοισθ̓ ὁθούνεκα ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;
s-256 ἐᾶτ̓ ἀφέρπειν·
s-257 οὖρος ὀφθαλμῶν ἐμῶν αὐτῇ γένοιτ̓ ἄπωθεν ἑρπούσῃ καλός.
s-258 ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;
s-259 ἀλλ̓ ἑρπέτω χαίρουσα·
s-260 τὴν δὲ τέρψιν ἣν τὠμῷ δίδωσι πατρί, τήνδ̓ αὐτὴ λάβοι.
s-261 ἴδ̓ οἷον, παῖδες, προσέμιξεν ἄφαρ τοὔπος τὸ θεοπρόπον ἡμῖν τᾶς παλαιφάτου προνοίας, τ̓ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων τῷ Διὸς αὐτόπαιδι·
s-262 καὶ τάδ̓ ὀρθῶς ἔμπεδα κατουρίζει.
s-263 πῶς γὰρ ἂν μὴ λεύσσων ἔτι ποτ̓ ἔτ̓ ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν;
s-264 μελαγχαίτα δ̓ ἄμμιγά νιν αἰκίζει Νέσσου ὑποφόνια δολιόμυθα κέντῤ ἐπιζέσαντα.
s-265 δ̓ ἐρχομένα μοῖρα προφαίνει δολίαν καὶ μεγάλαν ἄταν.
s-266 ἔρρωγεν παγὰ δακρύων·
s-267 κέχυται νόσος, πόποι, οἷον ἀναρσίων οὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.
s-268 δ̓ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ τῶνδ̓ ἐφάνη πράκτωρ.
s-269 τί φημι;
s-270 ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.
s-271 παῖδες, ὡς ἄῤ ἡμὶν οὐ σμικρῶν κακῶν ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.
s-272 τί δ̓, γεραιά, καινοποιηθὲν λέγεις;
s-273 βέβηκε Δῃάνειρα τὴν πανυστάτην ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.
s-274 πάντ̓ ἀκήκοας.
s-275 τέθνηκεν τάλαινα;
s-276 δεύτερον κλύεις.
s-277 τίνι τρόπῳ θανεῖν σφε φής;
s-278 εἰπὲ τῷ μόρῳ, γύναι, ξυντρέχει.
s-279 αὑτὴν διηΐστωσε.
s-280 τίς θυμὸς τίνες νόσοι τάνδ̓ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε;
s-281 πως ἐμήσατο πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα;
s-282 ἐπεῖδες, ματαία, τάνδε τὴν ὕβριν;
s-283 ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.
s-284 τίς ἦν;
s-285 φέῤ εἰπέ.
s-286 αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.
s-287 τί φωνεῖς;
s-288 ἔτεκεν ἔτεκε δὴ μεγάλαν νέορτος ἅδε νύμφα δόμοισι τοῖσδ̓ ἐρινύν.
s-289 μᾶλλον δ̓, εἰ παροῦσα πλησία ἔλευσσες οἷ̓ ἔδρασε, κάρτ̓ ἂν ᾤκτισας.
s-290 καὶ ταῦτ̓ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;
s-291 πεύσει δ̓, ὥστε μαρτυρεῖν ἐμοί.
s-292 ἐπεὶ δὲ τῶνδ̓ ἔληξεν, ἐξαίφνης σφ̓ ὁρῶ τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.
s-293 κἀγὼ λαθραῖον ὄμμ̓ ἐπεσκιασμένη φρούρουν·
s-294 ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.
s-295 τοσαῦτα φωνήσασα συντόνῳ χερὶ λύει τὸν αὑτῆς πέπλον, χρυσήλατος προύκειτο μαστῶν περονίς, ἐκ δ̓ ἐλώπισεν πλευρὰν ἅπασαν ὠλένην τ̓ εὐώνυμον.
s-296 κἀγὼ δρομαία βᾶσ̓, ὅσονπερ ἔσθενον, τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.
s-297 κἀν τὸ κεῖσε δεῦρό τ̓ ἐξορμώμεθα, ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ πλευρὰν ὑφ̓ ἧπαρ καὶ φρένας πεπληγμένην.
s-298 ἰδὼν δ̓ παῖς ᾤμωξεν·
s-299 ἔγνω γὰρ τάλας τοὔργον κατ̓ ὀργὴν ὡς ἐφάψειεν τόδε, ὄψ̓ ἐκδιδαχθεὶς τῶν κατ̓ οἶκον οὕνεκα ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.
s-300 τοιαῦτα τἀνθάδ̓ ἐστίν·
s-301 τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις, τάδε δὲ μένομεν ἐπ̓ ἐλπίσιν·
s-302 εἴθ̓ ἀνεμόεσσά τις γένοιτ̓ ἔπουρος ἑστιῶτις αὔρα, ἥτις μ̓ ἀποικίσειεν ἐκ τόπων, ὅπως τὸν Δῖον ἄλκιμον γόνον μὴ ταρβαλέα θάνοιμι μοῦνον εἰσιδοῦσ̓ ἄφαρ·
s-303 πᾷ δ̓ αὖ φορεῖ νιν;
s-304 ὡς φίλου προκηδομένα βαρεῖαν ἄψοφον φέρει βάσιν.

Text viewDownload CoNNL-U