s-104
| εἴργοντο γὰρ ἐν ταῖς γυμνοπαιδίαις τῆς θέας· |
s-105
| τοῦ δὲ χειμῶνος οἱ μὲν ἄρχοντες αὑτοὺς ἐκέλευον ἐν κύκλῳ γυμνοὺς περιϊέναι τὴν ἀγοράν, οἱ δὲ περιϊόντες ᾖδον εἰς αὑτοὺς ᾠδήν τινα πεποιημένην, ὡς δίκαια πάσχοιεν, ὅτι τοῖς νόμοις ἀπειθοῦσι· |
s-106
| τιμῆς δὲ καὶ θεραπείας ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρηντο. |
s-107
| ὅθεν καὶ τὸ πρὸς Δερκυλλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγόν. |
s-108
| ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν, εἰπών, οὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα γεγέννηκας. |
s-109
| τὴν δὲ ἁρπασθεῖσαν ἡ νυμφεύτρια καλουμένη παραλαβοῦσα, τὴν μὲν κεφαλὴν ἐν χρῷ περιέκειρεν, ἱματίῳ δὲ ἀνδρείῳ καὶ ὑποδήμασιν ἐνσκευάσασα κατέκλινεν ἐπὶ στιβάδα μόνην ἄνευ φωτός. |
s-110
| συνδιατρίψας δὲ χρόνον οὐ πολὺν ἀπῄει κοσμίως οὗπερ εἰώθει τὸ πρότερον, καθευδήσων μετὰ τῶν ἄλλων νέων. |
s-111
| καὶ τοῦτο ἔπραττον οὐκ ὀλίγον χρόνον, ἀλλ̓ ὥστε καὶ παῖδας γενέσθαι ἐνίοις πρὶν ἐς ἡμέραν θεάσασθαι τὰς ἑαυτῶν γυναῖκας. |
s-112
| τοσαύτην δὲ τοῖς γάμοις ἐπιστήσας αἰδῶ καὶ τάξιν, οὐδὲν ἧττον ἐξέβαλε τὴν κενὴν καὶ γυναικώδη ζηλοτυπίαν, ἐν καλῷ καταστήσας ὕβριν μὲν καὶ ἀναξίαν πᾶσαν εἴργειν ἀπὸ τοῦ γάμου, παίδων δὲ καὶ τεκνώσεως κοινωνεῖν τοῖς ἀξίοις, καταγελῶντας τῶν ὡς ἄμικτα καὶ ἀκοινώνητα ταῦτα μετιόντων σφαγαῖς καὶ πολέμοις. |
s-113
| ἐξῆν μὲν γὰρ ἀνδρὶ πρεσβυτέρῳ νέας γυναικός, εἰ δὴ τινα τῶν καλῶν καὶ ἀγαθῶν ἀσπάσαιτο νέων καὶ δοκιμάσειεν, εἰσαγαγεῖν παῤ αὐτὴν καὶ πλήσαντα γενναίου σπέρματος ἴδιον αὑτοῖς ποιήσασθαι τὸ γεννηθέν. |
s-114
| ἐξῆν δὲ πάλιν ἀνδρὶ χρηστῷ, τῶν εὐτέκνων τινὰ καὶ σωφρόνων θαυμάσαντι γυναικῶν ἑτέρῳ γεγαμημένην, πεῖσαι τὸν ἄνδρα συνελθεῖν, ὥσπερ ἐν χώρᾳ, καλλικάρπῳ φυτεύοντα καὶ ποιούμενον παῖδας ἀγαθούς, ἀγαθῶν ὁμαίμους καὶ συγγενεῖς ἐσομένους. |
s-115
| πρῶτον μὲν γάρ οὐκ ἰδίους ἡγεῖτο τῶν πατέρων τοὺς παῖδας, ἀλλὰ κοινοὺς τῆς πόλεως ὁ Λυκοῦργος, ὅθεν οὐκ ἐκ τῶν τυχόντων, ἀλλ̓ ἐκ τῶν ἀρίστων ἐβούλετο γεγονότας εἶναι τοὺς πολίτας. |
s-116
| ταῦτα δὲ οὕτως πραττόμενα φυσικῶς καὶ πολιτικῶς τότε τοσοῦτον ἀπεῖχε τῆς ὕστερον λεγομένης γενέσθαι περὶ τὰς γυναῖκας εὐχερείας ὥστε ὅλως ἄπιστον εἶναι τὸ τῆς μοιχείας παῤ αὑτοῖς. |
s-117
| καὶ λόγος ἀπομνημονεύεται Γεράδα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου τί πάσχουσιν οἱ μοιχοὶ παῤ αὑτοῖς, εἶπεν· |
s-118
| ὦ ξένε, οὐδεὶς γίνεται μοιχὸς παῤ ἡμῖν. |
s-119
| ταῦρον, ἔφη ὁ Γεράδας, ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. |
s-120
| πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος; |
s-121
| γελάσας ὁ Γεράδας, πῶς δ̓ ἄν, ἔφη, ἐν Σπάρτῃ μοιχὸς γένοιτο; |
s-122
| ταῦτα μὲν οὖν ἱστόρηται περὶ τῶν γάμων. |
s-123
| τὸ δὲ γεννηθὲν οὐκ ἦν κύριος ὁ γεννήσας τρέφειν, ἀλλ̓ ἔφερε λαβὼν εἰς τόπον τινὰ λέσχην καλούμενον, ἐν ᾧ καθήμενοι τῶν φυλετῶν οἱ πρεσβύτατοι καταμαθόντες τὸ παιδάριον, εἰ μὲν εὐπαγὲς εἴη καὶ ῥωμαλέον, τρέφειν ἐκέλευον, κλῆρον αὐτῷ τῶν ἐνακισχιλίων προσνείμαντες· |
s-124
| ὅθεν οὐδὲ ὕδατι τὰ βρέφη, ἀλλ̓ οἴνῳ περιέλουον αἱ γυναῖκες, βάσανόν τινα ποιούμεναι τῆς κράσεως αὐτῶν. |
s-125
| διὸ καὶ τῶν ἔξωθεν ἔνιοι τοῖς τέκνοις Λακωνικὰς ἐωνοῦντο τίτθας· |
s-126
| καὶ τήν γε τὸν Ἀθηναῖον Ἀλκιβιάδην τιτθεύσασαν Ἀμύκλαν ἱστοροῦσι γεγονέναι Λάκαιναν. |
s-127
| ἀλλὰ τούτῳ, ὡς Πλάτων φησί, Ζώπυρον ἐπέστησε παιδαγωγὸν Περικλῆς, οὐδέν τι τῶν ἄλλων διαφέροντα δούλων· |
s-128
| ἄρχοντα δ̓ αὑτοῖς παρίστατο τῆς ἀγέλης τὸν τῷ φρονεῖν διαφέροντα καὶ θυμοειδέστατον ἐν τῷ μάχεσθαι· |
s-129
| καὶ πρὸς τοῦτον ἀφεώρων καὶ προστάττοντος ἠκροῶντο καὶ κολάζοντος ἐκαρτέρουν, ὥστε τὴν παιδείαν εἶναι μελέτην εὐπειθείας. |
s-130
| γράμματα μὲν οὖν ἕνεκα τῆς χρείας ἐμάνθανον· |
s-131
| γενόμενοι δὲ δωδεκαετεῖς ἄνευ χιτῶνος ἤδη διετέλουν, ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ ἀλειμμάτων ἄπειροι· |
s-132
| πλὴν ὀλίγας ἡμέρας τινὰς τοῦ ἐνιαυτοῦ τῆς τοιαύτης φιλανθρωπίας μετεῖχον. |
s-133
| ἐκάθευδον δὲ ὁμοῦ κατ̓ ἴλην καὶ ἀγέλην ἐπὶ στιβάδων, ἃς αὑτοῖς συνεφόρουν, τοῦ παρὰ τὸν Εὐρώταν πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες. |
s-134
| ἤδη δὲ τοῖς τηλικούτοις ἐρασταὶ τῶν εὐδοκίμων νέων συνανεστρέφοντο· |
s-135
| καὶ προσεῖχον οἱ πρεσβύτεροι, καὶ μᾶλλον ἐπιφοιτῶντες εἰς τὰ γυμνάσια, καὶ μαχομένοις καὶ σκώπτουσιν ἀλλήλους παρατυγχάνοντες, οὐ παρέργως, ἀλλὰ τρόπον τινὰ πάντες οἰόμενοι πάντων καὶ πατέρες εἶναι καὶ παιδαγωγοὶ καὶ ἄρχοντες, ὥστε μήτε καιρὸν ἀπολείπεσθαι μήτε χωρίον ἔρημον τοῦ νουθετοῦντος τὸν ἁμαρτάνοντα καὶ κολάζοντος. |
s-136
| οὐ μὴν ἀλλὰ καὶ παιδονόμος ἐκ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ἐτάττετο, καὶ κατ̓ ἀγέλας αὐτοὶ προΐσταντο τῶν λεγομένων εἰρένων ἀεὶ τὸν σωφρονέστατον καὶ μαχιμώτατον. |
s-137
| οὗτος οὖν ὁ εἴρην, εἴκοσι ἔτη γεγονώς, ἄρχει τε τῶν ὑποτεταγμένων ἐν ταῖς μάχαις, καὶ κατ̓ οἶκον ὑπηρέταις χρῆται πρὸς τὸ δεῖπνον. |
s-138
| καὶ φέρουσι κλέπτοντες, οἱ μὲν ἐπὶ τοὺς κήπους βαδίζοντες, οἱ δὲ εἰς τὰ τῶν ἀνδρῶν συσσίτια παρεισρέοντες εὖ μάλα πανούργως καὶ πεφυλαγμένως· |
s-139
| ἂν δ̓ ἁλῷ, πολλὰς λαμβάνει πληγὰς τῇ μάστιγι, ῥᾳθύμως δοκῶν κλέπτειν καὶ ἀτέχνως. |
s-140
| κλέπτουσι δὲ καὶ τῶν σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ἢ ῥᾳθύμως φυλάττουσι. |
s-141
| γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως δἰ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν. |
s-142
| φέρεται, γάρ εἰς μῆκος, ὅταν τὸ πνεῦμα μὴ πολλὴν σχῇ διατριβὴν καὶ ἀσχολίαν ὑπὸ πλήθους τροφῆς εἰς βάθος καὶ πλάτος πιεζόμενον, ἀλλ̓ ἄνω βαδίζῃ διὰ κουφότητα, τοῦ σώματος ἐκλύτως καὶ ῥᾳδίως ἐπιδιδόντος. |
s-143
| τὸ δ̓ αὐτὸ τοῦτο καὶ καλοὺς δοκεῖ ποιεῖν· |
s-144
| ἀλλὰ γὰρ ἡ μὲν αἰτία τοῦ συμβαίνοντος ἐν μέσῳ προκείσθω σκοπεῖν. |
s-145
| οὕτω δὲ κλέπτουσι πεφροντισμένως οἱ παῖδες, ὥστε λέγεταί τίς ἤδη σκύμνον ἀλώπεκος κεκλοφὼς καὶ τῷ τριβωνίῳ περιστέλλων, σπαρασσόμενος ὑπὸ τοῦ θηρίου τὴν γαστέρα τοῖς ὄνυξι καὶ τοῖς ὀδοῦσιν, ὑπὲρ τοῦ λαθεῖν ἐγκαρτερῶν ἀποθανεῖν. |
s-146
| καὶ τοῦτο μὲν οὐδὲ ἀπὸ τῶν νῦν ἐφήβων ἄπιστόν ἐστιν, ὧν πολλοὺς ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας ἑωράκαμεν ἐναποθνήσκοντας ταῖς πληγαῖς. |
s-147
| δειπνήσας δὲ ὁ εἴρην κατακείμενος τῷ μὲν ᾆσαι προσέταξε τῶν παίδων, τῷ δὲ ἐρώτημά τι προὔβαλε πεφροντισμένης δεόμενον ἀποκρίσεως· |
s-148
| ἐκ τούτου δὲ καὶ κρίνειν τὰ καλὰ καὶ πολυπραγμονεῖν εὐθὺς ἐξ ἀρχῆς εἰθίζοντο περὶ τῶν πολιτῶν. |
s-149
| ἔδει δὲ τὴν ἀπόκρισιν καὶ μετ̓ αἰτίας εἶναι καὶ ἀποδείξεως εἰς βραχύν τινα συνηγμένης λόγον καὶ σύντομον· |
s-150
| ὁ δὲ πλημμελῶς ἀποκρινάμενος ἐκολάζετο δῆγμα λαμβάνων ὑπὸ τοῦ εἴρενος εἰς τὸν ἀντίχειρα. |
s-151
| πολλάκις δὲ καὶ πρεσβυτέρων παρόντων καὶ ἀρχόντων ὁ εἴρην ἐκόλαζε τοὺς παῖδας, ἀπόδειξιν διδοὺς εἰ μετὰ λόγου καὶ ὡς δεῖ κολάζει. |
s-152
| ἐκοινώνουν δὲ οἱ ἐρασταὶ τοῖς παισὶ τῆς δόξης ἐπ̓ ἀμφότερα· |
s-153
| καὶ λέγεταί ποτε παιδὸς ἐν τῷ μάχεσθαι φωνὴν ἀγεννῆ προεμένου ζημιωθῆναι τὸν ἐραστὴν ὑπὸ τῶν ἀρχόντων. |
s-154
| ἐδίδασκον δὲ τοὺς παῖδας καὶ λόγῳ χρῆσθαι πικρίαν ἔχοντι μεμιγμένην χάριτι καὶ πολλὴν ἀπὸ βραχείας λέξεως ἀναθεώρησιν. |
s-155
| τὸ μὲν γάρ σιδηροῦν νόμισμα μικρὰν ἔχειν ἐποίησεν ἀπὸ πολλοῦ σταθμοῦ δύναμιν ὁ Λυκοῦργος, ὡς εἴρηται, τὸ δὲ τοῦ λόγου νόμισμα τοὐναντίον ἀπ̓ εὐτελοῦς καὶ ὀλίγης λέξεως εἰς πολλὴν καὶ περιττὴν κατεσκεύασε διάνοιαν, τῇ πολλῇ σιωπῇ τοὺς παῖδας ἀποφθεγματικοὺς καὶ πεπαιδευμένους πρὸς τὰς ἀποκρίσεις μηχανώμενος. |
s-156
| ὡς γάρ τὸ σπέρμα τῶν πρὸς τὰς συνουσίας ἀκολάστων ἄγονον ὡς τὰ πολλὰ καὶ ἄκαρπόν ἐστιν, οὕτως ἡ πρὸς τὸ λαλεῖν ἀκρασία κενὸν τὸν λόγον ποιεῖ καὶ ἀνόητον. |
s-157
| Ἆγις μὲν οὖν ὁ βασιλεύς, σκώπτοντος Ἀττικοῦ τινος τὰς Λακωνικὰς μαχαίρας εἰς τὴν μικρότητα, καὶ λέγοντος ὅτι ῥᾳδίως αὐτὰς οἱ θαυματοποιοὶ καταπίνουσιν ἐν τοῖς θεάτροις, καὶ μὴν μάλιστα, εἶπεν, ἡμεῖς ἐφικνούμεθα τοῖς ἐγχειριδίοις τῶν πολεμίων· |
s-158
| καὶ γὰρ ὁ Λυκοῦργος αὐτὸς βραχυλόγος τις ἔοικε γενέσθαι καὶ ἀποφθεγματικός, εἰ δεῖ τεκμαίρεσθαι τοῖς ἀπομνημονεύμασιν· |
s-159
| οἷόν ἐστι τὸ περὶ τὰς πολιτείας πρὸς τὸν ἀξιοῦντα ποιεῖν δημοκρατίαν ἐν τῇ πόλει· |
s-160
| σὺ γάρ, ἔφη, πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν. |
s-161
| φέρονται δὲ αὐτοῦ καὶ δἰ ἐπιστολῶν ἀποκρίσεις τοιαῦται πρὸς τοὺς πολίτας. |
s-162
| πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα; |
s-163
| οὐκ ἂν εἴη ἀτείχιστος πόλις ἅτις ἄνδρεσσι, καὶ οὐ πλίνθοις ἐστεφάνωται. |
s-164
| τῆς δὲ πρὸς τὰ μήκη τῶν λόγων διαβολῆς δείγματα τοιαῦτα τῶν ἀποφθεγμάτων ἐστί. |
s-165
| Λεωνίδας ὁ βασιλεὺς ἀκαίρως τινὸς περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ὦ ξένε, εἶπεν, οὐκ ἐν δέοντι χρέῃ τῷ δέοντι. |
s-166
| Χαρίλαος δὲ ὁ ἀδελφιδοῦς τοῦ Λυκούργου περὶ τῆς ὀλιγότητος αὑτοῦ τῶν νόμων ἐρωτηθείς, εἶπεν ὡς οἱ λόγοις μὴ χρώμενοι πολλοῖς οὐδὲ νόμων δέονται πολλῶν. |
s-167
| Ἀρχιδαμίδας δὲ μεμφομένων τινῶν Ἑκαταῖον τὸν σοφιστὴν ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον οὐδὲν ἔλεγεν, ὁ εἰδώς, ἔφη, λόγον καὶ καιρὸν οἶδεν. |
s-168
| Θεόπομπος δὲ ξένου τινὸς εὔνοιαν ἐνδεικνυμένου, καὶ φάσκοντος ὡς παρὰ τοῖς αὑτοῦ πολίταις φιλολάκων καλεῖται, κάλλιον ἦν τοι, εἶπεν, ὦ ξένε, φιλοπολίταν καλεῖσθαι. |
s-169
| Πλειστῶναξ δὲ ὁ Παυσανίου, ῥήτορος Ἀθηναίου τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος, ὀρθῶς, ἔφη, λέγεις· |
s-170
| μόνοι γάρ Ἑλλάνων ἄμμες οὐδὲν κακὸν μεμαθήκαμεν παῤ ὑμῶν. |
s-171
| εἰθίζοντο γάρ μηδέποτε χρῆσθαι τῷ λόγῳ παρέργως, μηδὲ ἀφιέναι φωνὴν ἥτις οὐκ ἁμῶς γέ πως εἶχέ τινος θεωρίας ἀξίαν διάνοιαν. |
s-172
| ὁ μὲν γάρ ἀκοῦσαι τοῦ μιμουμένου τὴν ἀηδόνα παρακαλούμενος, αὐτᾶς, ἔφη, ἄκουκα τήνας. |
s-173
| σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης εἷλε· |
s-174
| ἔδει γὰρ ἀφέμεν ὅλαν αὐτὰν κατακαᾶμεν. |
s-175
| ὧν ἕνεκα δείγματος οὐ χεῖρόν ἐστιν ἕν τι προενέγκασθαι. |
s-176
| τριῶν γάρ χορῶν κατὰ τὰς τρεῖς ἡλικίας συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν· |
s-177
| ὁ δὲ τῶν ἀκμαζόντων ἀμειβόμενος ἔλεγεν· |
s-178
| αἰ δὲ λῇς, αὐγάσδεο. |
s-179
| ἄμμες δὲ γ̓ ἐσσόμεσθα πολλῷ κάρρονες. |
s-180
| ὁ μὲν γὰρ οὕτως πεποίηκε περὶ τῶν Λακεδαιμονίων· |
s-181
| Πίνδαρος δέ φησιν· |
s-182
| ἔνθα βουλαὶ γερόντων καὶ νέων ἀνδρῶν ἀριστεύοντι αἰχμαὶ καὶ χοροὶ καὶ Μοῦσα καὶ ἀγλαΐα. |
s-183
| Μουσικωτάτους γὰρ ἅμα καὶ πολεμικωτάτους ἀποφαίνουσιν αὐτούς· |
s-184
| ῥέπει γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίσδεν, ὡς ὁ Λακωνικὸς ποιητὴς εἴρηκε. |
s-185
| καὶ γὰρ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἀναμιμνήσκων, ὡς ἔοικε, τῆς παιδείας καὶ τῶν κρίσεων, ἵνα ὦσι πρόχειροι παρὰ τὰ δεινὰ καὶ λόγου τινὸς ἀξίας παρέχωσι τὰς πράξεις τῶν μαχομένων. |
s-186
| ἐχρῶντο δὲ καὶ γυμνασίοις μαλακωτέροις παρὰ τὰς στρατείας, καὶ τὴν ἄλλην δίαιταν οὐχ οὕτω κεκολασμένην οὐδ̓ ὑπεύθυνον τοῖς νέοις παρεῖχον, ὥστε μόνοις ἀνθρώπων ἐκείνοις τῆς εἰς τὸν πόλεμον ἀσκήσεως ἀνάπαυσιν εἶναι τὸν πόλεμον. |
s-187
| ἐχώρει δὲ ὁ βασιλεὺς ἐπὶ τοὺς πολεμίους ἔχων μεθ̓ ἑαυτοῦ στεφανίτην ἀγῶνα νενικηκότα. |
s-188
| καὶ φασὶ γέ τινα χρημάτων πολλῶν ἐν Ὀλυμπίοις διδομένων αὐτῷ μὴ δεξάμενον, ἀλλὰ πολλῷ πόνῳ καταπαλαίσαντα τὸν ἀνταγωνιστήν, ὥς τις εἶπεν αὐτῷ, τί σοι πλέον, ὦ Λάκων, γέγονε διὰ τῆς νίκης; φάναι μειδιάσαντα, πρὸ τοῦ βασιλέως τεταγμένος μαχοῦμαι τοῖς πολεμίοις. |
s-189
| αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱππίας μὲν ὁ σοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατειῶν, Φιλοστέφανος δὲ καὶ τὴν κατ̓ οὐλαμοὺς τῶν ἱππέων διανομὴν Λυκούργῳ προστίθησιν· |
s-190
| ἔοικε δὲ καὶ τῆς Ὀλυμπιακῆς ἐκεχειρίας ἡ ἐπίνοια πρᾴου καὶ πρὸς εἰρήνην οἰκείως ἔχοντος ἀνδρὸς εἶναι. |
s-191
| ἡ δὲ παιδεία μέχρι τῶν ἐνηλίκων διέτεινεν. |
s-192
| καὶ γὰρ ἕν τι τοῦτο τῶν καλῶν ἦν καὶ μακαρίων ἃ παρεσκεύασε τοῖς ἑαυτοῦ πολίταις ὁ Λυκοῦργος, ἀφθονία σχολῆς, οἷς τέχνης μὲν ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐφεῖτο, χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείαν οὐδ̓ ὁτιοῦν ἔδει, διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον γεγονέναι καὶ ἄτιμον. |
s-193
| οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν, ἀποφορὰν τὴν εἰρημένην τελοῦντες. |
s-194
| οἱ μέν γε νεώτεροι τριάκοντα ἐτῶν τὸ παράπαν οὐ κατέβαινον εἰς ἀγοράν, ἀλλὰ διὰ τῶν συγγενῶν καὶ τῶν ἐραστῶν ἐποιοῦντο τᾶς ἀναγκαίας οἰκονομίας. |
s-195
| τοῖς δὲ πρεσβυτέροις αἰσχρὸν ἦν συνεχῶς ὁρᾶσθαι περὶ ταῦτα διατρίβουσιν, ἀλλὰ μὴ τὸ πλεῖστον τῆς ἡμέρας περὶ τὰ γυμνάσια καὶ τᾶς καλουμένας λέσχας ἀναστρέφεσθαι. |
s-196
| καὶ γάρ εἰς ταύτας συνιόντες ἐπιεικῶς ἐσχόλαζον μετ̓ ἀλλήλων, οὐδενὸς μεμνημένοι τῶν πρὸς χρηματισμὸν ἢ χρείαν ἀγοραῖον συντελούντων· |
s-197
| οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς ὁ Λυκοῦργος· |
s-198
| ὁ μέν γὰρ Παιδάρητος οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους ἀπῄει μάλα φαιδρός, ὥσπερ χαίρων ὅτι βελτίονας αὐτοῦ τριακοσίους ἡ πόλις ἔχει· |
s-199
| ἡ δὲ Βρασίδου μήτηρ Ἀργιλεωνίς, ὡς ἀφικόμενοί τινες εἰς Λακεδαίμονα τῶν ἐξ Ἀμφιπόλεως εἰσῆθλον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανε καὶ τᾶς Σπάρτας ἀξίως· |
s-200
| μὴ λέγετε, εἶπεν, ὦ ξένοι· |
s-201
| καλὸς μέν γάρ ἦν καὶ ἀγαθὸς ὁ Βρασίδας, πολλοὺς δὲ ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας. |
s-202
| τοὺς δὲ γέροντας αὐτὸς μέν, ὡς εἴρηται, κατέστησε τὸ πρῶτον ἐκ τῶν μετασχόντων τοῦ βουλεύματος· |
s-203
| ὕστερον δὲ ἀντὶ τοῦ τελευτῶντος ἔταξε καθιστάναι τὸν ἄριστον ἀρετῇ κριθέντα τῶν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότων. |