Sentence view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel


showing 601 - 700 of 763 • previousnext


[1] tree
ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἀνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν τῶν καλῶν γυναικῶν κατάλογον.
s-601
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@915
ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἀνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν τῶν καλῶν γυναικῶν κατάλογον.
[2] tree
Κλέαρχος γὰρ περὶ Ἐπαμινώνδου φησὶν οὕτως·
s-602
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@916
Κλέαρχος γὰρ περὶ Ἐπαμινώνδου φησὶν οὕτως·
[3] tree
ἐν δὲ τῷ ὑπὲρ Φρύνης λόγῳ Ὑπερείδης ὁμολογῶν ἐρᾶν τῆς γυναικὸς καὶ οὐδέπω τοῦ ἔρωτος ἀπηλλαγμένος τὴν προειρημένην Μυρρίνην εἰς τὴν οἰκίαν εἰσήγαγεν.
s-603
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@919
ἐν δὲ τῷ ὑπὲρ Φρύνης λόγῳ Ὑπερείδης ὁμολογῶν ἐρᾶν τῆς γυναικὸς καὶ οὐδέπω τοῦ ἔρωτος ἀπηλλαγμένος τὴν προειρημένην Μυρρίνην εἰς τὴν οἰκίαν εἰσήγαγεν.
[4] tree
ἦν δ̓ Φρύνη ἐκ Θεσπιῶν.
s-604
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@920
ἦν δ̓ ἡ Φρύνη ἐκ Θεσπιῶν.
[5] tree
κρινομένη δὲ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ ἀπέφυγεν·
s-605
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@921
κρινομένη δὲ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ ἀπέφυγεν·
[6] tree
διόπερ ὀργισθεὶς Εὐθίας οὐκ ἔτι εἶπεν ἄλλην δίκην, ὥς φησιν Ἕρμιππος.
s-606
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@922
διόπερ ὀργισθεὶς ὁ Εὐθίας οὐκ ἔτι εἶπεν ἄλλην δίκην, ὥς φησιν Ἕρμιππος.
[7] tree
ἦν δὲ ὄντως μᾶλλον Φρύνη καλὴ ἐν τοῖς μὴ βλεπομένοις.
s-607
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@925
ἦν δὲ ὄντως μᾶλλον ἡ Φρύνη καλὴ ἐν τοῖς μὴ βλεπομένοις.
[8] tree
διόπερ οὐδὲ ῥᾳδίως ἦν αὐτὴν ἰδεῖν γυμνὴν·
s-608
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@926
διόπερ οὐδὲ ῥᾳδίως ἦν αὐτὴν ἰδεῖν γυμνὴν·
[9] tree
ἐχέσαρκον γὰρ χιτώνιον ἠμπείχετο καὶ τοῖς δημοσίοις οὐκ ἐχρῆτο βαλανείοις.
s-609
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@927
ἐχέσαρκον γὰρ χιτώνιον ἠμπείχετο καὶ τοῖς δημοσίοις οὐκ ἐχρῆτο βαλανείοις.
[10] tree
τῇ δὲ τῶν Ἐλευσινίων πανηγύρει καὶ τῇ τῶν Ποσειδωνίων ἐν ὄψει τῶν Πανελλήνων πάντων ἀποθεμένη θοἰμάτιον καὶ λύσασα τὰς κόμας ἐνέβαινε τῇ θαλάττῃ·
s-610
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@928
τῇ δὲ τῶν Ἐλευσινίων πανηγύρει καὶ τῇ τῶν Ποσειδωνίων ἐν ὄψει τῶν Πανελλήνων πάντων ἀποθεμένη θοἰμάτιον καὶ λύσασα τὰς κόμας ἐνέβαινε τῇ θαλάττῃ·
[11] tree
καὶ ἀπ̓ αὐτῆς Ἀπελλῆς τὴν Ἀναδυομένην Ἀφροδίτην ἀπεγράψατο.
s-611
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@929
καὶ ἀπ̓ αὐτῆς Ἀπελλῆς τὴν Ἀναδυομένην Ἀφροδίτην ἀπεγράψατο.
[12] tree
καὶ Πραξιτέλης δὲ ἀγαλματοποιὸς ἐρῶν αὐτῆς τὴν Κνιδίαν Ἀφροδίτην ἀπ̓ αὐτῆς ἐπλάσατο καὶ ἐν τῇ τοῦ Ἔρωτος βάσει τῇ ὑπὸ τὴν σκηνὴν τοῦ θεάτρου ἐπέγραψε·
s-612
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@930
καὶ Πραξιτέλης δὲ ὁ ἀγαλματοποιὸς ἐρῶν αὐτῆς τὴν Κνιδίαν Ἀφροδίτην ἀπ̓ αὐτῆς ἐπλάσατο καὶ ἐν τῇ τοῦ Ἔρωτος βάσει τῇ ὑπὸ τὴν σκηνὴν τοῦ θεάτρου ἐπέγραψε·
[13] tree
Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα, ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης, Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ.
s-613
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@931
Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα, ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης, Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ.
[14] tree
φίλτρα δὲ βάλλω οὐκέτ̓ ὀιστεύων, ἀλλ̓ ἀτενιζόμενος.
s-614
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@932
φίλτρα δὲ βάλλω οὐκέτ̓ ὀιστεύων, ἀλλ̓ ἀτενιζόμενος.
[15] tree
δὲ ἑλομένη τὸν Ἔρωτα ἀνέθηκεν αὐτὸν ἐν Θεσπιαῖς.
s-615
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@934
ἡ δὲ ἑλομένη τὸν Ἔρωτα ἀνέθηκεν αὐτὸν ἐν Θεσπιαῖς.
[16] tree
αὐτῆς δὲ τῆς Φρύνης οἱ περικτίονες ἀνδριάντα ποιήσαντες ἀνέθηκαν ἐν Δελφοῖς χρύσεον ἐπὶ κίονος Πεντελικοῦ·
s-616
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@935
αὐτῆς δὲ τῆς Φρύνης οἱ περικτίονες ἀνδριάντα ποιήσαντες ἀνέθηκαν ἐν Δελφοῖς χρύσεον ἐπὶ κίονος Πεντελικοῦ·
[17] tree
κατεσκεύασε δ̓ αὐτὸν Πραξιτέλης.
s-617
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@936
κατεσκεύασε δ̓ αὐτὸν Πραξιτέλης.
[18] tree
ἐπλούτει δὲ σφόδρα Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν τὰς Θήβας, ἐὰν ἐπιγράψωσιν Θηβαῖοι ὅτι Ἀλέξανδρος μὲν κατέσκαψεν, ἀνέστησεν δὲ Φρύνη ἑταίρα, ὡς ἱστορεῖ Καλλίστρατος ἐν τῷ περὶ Ἑταιρῶν.
s-618
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@941
ἐπλούτει δὲ σφόδρα ἡ Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν τὰς Θήβας, ἐὰν ἐπιγράψωσιν Θηβαῖοι ὅτι Ἀλέξανδρος μὲν κατέσκαψεν, ἀνέστησεν δὲ Φρύνη ἡ ἑταίρα, ὡς ἱστορεῖ Καλλίστρατος ἐν τῷ περὶ Ἑταιρῶν.
[19] tree
Ἀριστογείτων δὲ ἐν τῷ κατὰ Φρύνης τὸ κύριόν φησιν αὐτῆς εἶναι ὄνομα Μνησαρέτην.
s-619
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@944
Ἀριστογείτων δὲ ἐν τῷ κατὰ Φρύνης τὸ κύριόν φησιν αὐτῆς εἶναι ὄνομα Μνησαρέτην.
[20] tree
οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ̓ αὐτῆς Εὐθίου λόγον Διόδωρος περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι.
s-620
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@945
οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ̓ αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι.
[21] tree
Ποσείδιππος δ̓ κωμικὸς ἐν Ἐφεσίᾳ τάδε φησὶν περὶ αὐτῆς·
s-621
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@946
Ποσείδιππος δ̓ ὁ κωμικὸς ἐν Ἐφεσίᾳ τάδε φησὶν περὶ αὐτῆς·
[22] tree
Φρύνη ποθ̓ ἡμῶν γέγονεν ἐπιφανεστάτη πολὺ τῶν ἑταιρῶν.
s-622
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@947
Φρύνη ποθ̓ ἡμῶν γέγονεν ἐπιφανεστάτη πολὺ τῶν ἑταιρῶν.
[23] tree
καὶ γὰρ εἰ νεωτέρα τῶν τότε χρόνων εἶ, τὸν γ̓ ἀγῶν̓ ἀκήκοας.
s-623
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@948
καὶ γὰρ εἰ νεωτέρα τῶν τότε χρόνων εἶ, τὸν γ̓ ἀγῶν̓ ἀκήκοας.
[24] tree
βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος, καὶ τῶν δικαστῶν καθ̓ ἕνα δεξιουμένη μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.
s-624
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@949
βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος, καὶ τῶν δικαστῶν καθ̓ ἕνα δεξιουμένη μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.
[25] tree
ἴστε δὲ ὅτι καὶ Δημάδης ῥήτωρ ἐξ αὐλητρίδος ἑταίρας ἐπαιδοποιήσατο Δημέαν·
s-625
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@950
ἴστε δὲ ὅτι καὶ Δημάδης ὁ ῥήτωρ ἐξ αὐλητρίδος ἑταίρας ἐπαιδοποιήσατο Δημέαν·
[26] tree
ὃν φρυαττόμενόν ποτε ἐπὶ τοῦ βήματος ἐπεστόμισεν Ὑπερείδης εἰπών·
s-626
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@951
ὃν φρυαττόμενόν ποτε ἐπὶ τοῦ βήματος ἐπεστόμισεν Ὑπερείδης εἰπών·
[27] tree
οὐ σιωπήσῃ, μειράκιον, μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα;
s-627
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@952
οὐ σιωπήσῃ, μειράκιον, μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα;
[28] tree
καὶ Βίων δ̓ Βορυσθενίτης φιλόσοφος ἑταίρας ἦν υἱὸς Ὀλυμπίας Λακαίνης, ὣς φησι Νικίας Νικαιεὺς ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς.
s-628
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@953
καὶ Βίων δ̓ ὁ Βορυσθενίτης φιλόσοφος ἑταίρας ἦν υἱὸς Ὀλυμπίας Λακαίνης, ὣς φησι Νικίας ὁ Νικαιεὺς ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς.
[29] tree
Σοφοκλῆς δ̓ τραγῳδιοποιὸς ἤδη γέρων ὢν ἠράσθη Θεωρίδος τῆς ἑταίρας.
s-629
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@954
Σοφοκλῆς δ̓ ὁ τραγῳδιοποιὸς ἤδη γέρων ὢν ἠράσθη Θεωρίδος τῆς ἑταίρας.
[30] tree
ἱκετεύων οὖν τὴν Ἀφροδίτην φησίν·
s-630
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@955
ἱκετεύων οὖν τὴν Ἀφροδίτην φησίν·
[31] tree
κλῦθί μευ εὐχομένου, Κουροτρόφε·
s-631
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@956
κλῦθί μευ εὐχομένου, Κουροτρόφε·
[32] tree
δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν, δ̓ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν ἰσχὺς μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.
s-632
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@957
δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν, ἡ δ̓ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν ἰσχὺς μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.
[33] tree
ταῦτα μέν ἐστιν ἐκ τῶν εἰς Ὅμηρον ἀναφερομένων.
s-633
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@958
ταῦτα μέν ἐστιν ἐκ τῶν εἰς Ὅμηρον ἀναφερομένων.
[34] tree
τῆς δὲ Θεωρίδος μνημονεύει λέγων ἔν τινι στασίμῳ οὕτως·
s-634
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@959
τῆς δὲ Θεωρίδος μνημονεύει λέγων ἔν τινι στασίμῳ οὕτως·
[35] tree
ὅτι δὲ γηραιῷ ὄντι τῷ Σοφοκλεῖ συνῆν Ἀρχίππη, πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης ἐρωτώμενος ὑπό τινος τί πράττει Ἀρχίππη χαριέντως ἔφη·
s-635
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@962
ὅτι δὲ γηραιῷ ὄντι τῷ Σοφοκλεῖ συνῆν ἡ Ἀρχίππη, ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης ἐρωτώμενος ὑπό τινος τί πράττει Ἀρχίππη χαριέντως ἔφη·
[36] tree
ἀλλὰ μὴν καὶ Ἰσοκράτης τῶν ῥητόρων αἰδημονέστατος Μετάνειραν εἶχεν ἐρωμένην καὶ Λαγίσκαν, ὡς Λυσίας ἱστορεῖ ἐν ταῖς Ἐπιστολαῖς.
s-636
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@964
ἀλλὰ μὴν καὶ Ἰσοκράτης ὁ τῶν ῥητόρων αἰδημονέστατος Μετάνειραν εἶχεν ἐρωμένην καὶ Λαγίσκαν, ὡς Λυσίας ἱστορεῖ ἐν ταῖς Ἐπιστολαῖς.
[37] tree
Δημοσθένης δ̓ ἐν τῷ κατὰ Νεαίρας τὴν Μετάνειραν τοῦ Λυσίου φησὶν ἐρωμένην εἶναι.
s-637
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@965
Δημοσθένης δ̓ ἐν τῷ κατὰ Νεαίρας τὴν Μετάνειραν τοῦ Λυσίου φησὶν ἐρωμένην εἶναι.
[38] tree
ἥττητο δὲ καὶ Λυσίας Λαγίδος τῆς ἑταίρας, ἧς ἔγραψεν ἐγκώμιον Κέφαλος ῥήτωρ·
s-638
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@966
ἥττητο δὲ καὶ ὁ Λυσίας Λαγίδος τῆς ἑταίρας, ἧς ἔγραψεν ἐγκώμιον Κέφαλος ὁ ῥήτωρ·
[39] tree
καθάπερ καὶ Ἀλκιδάμας Ἐλαίτης Γοργίου μαθητὴς ἔγραψεν καὶ αὐτὸς ἐγκώμιον Ναίδος τῆς ἑταίρας.
s-639
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@967
καθάπερ καὶ Ἀλκιδάμας ὁ Ἐλαίτης ὁ Γοργίου μαθητὴς ἔγραψεν καὶ αὐτὸς ἐγκώμιον Ναίδος τῆς ἑταίρας.
[40] tree
μνημονεύει αὐτῆς καὶ Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ.
s-640
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@970
μνημονεύει αὐτῆς καὶ Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ.
[41] tree
ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου;
s-641
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@972
ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου;
[42] tree
γραπτέον Ναὶς καὶ οὐ Λαΐς.
s-642
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@973
γραπτέον Ναὶς καὶ οὐ Λαΐς.
[43] tree
Ἕρμιππος δ̓ ἐν τῷ περὶ Ἰσοκράτους προβαίνοντά φησι τῇ ἡλικίᾳ τὸν Ἰσοκράτη ἀναλαβεῖν Λαγίσκαν τὴν ἑταίραν εἰς τὴν οἰκίαν, ἐξ ἧς καὶ γενέσθαι αὐτῷ θυγάτριον.
s-643
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@974
Ἕρμιππος δ̓ ἐν τῷ περὶ Ἰσοκράτους προβαίνοντά φησι τῇ ἡλικίᾳ τὸν Ἰσοκράτη ἀναλαβεῖν Λαγίσκαν τὴν ἑταίραν εἰς τὴν οἰκίαν, ἐξ ἧς καὶ γενέσθαι αὐτῷ θυγάτριον.
[44] tree
μνημονεύει δ̓ αὐτῆς Στράττις ἐν τούτοις·
s-644
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@975
μνημονεύει δ̓ αὐτῆς Στράττις ἐν τούτοις·
[45] tree
Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια καὶ Ἀριστόκλεια.
s-645
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@978
Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια καὶ Ἀριστόκλεια.
[46] tree
Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος.
s-646
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@979
Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος.
[47] tree
ἀλλ̓ αἰδοῖ τοῦτ̓ ἐποίησεν, φεύγων τὴν διαβολήν.
s-647
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@981
ἀλλ̓ αἰδοῖ τοῦτ̓ ἐποίησεν, φεύγων τὴν διαβολήν.
[48] tree
ἀκόλαστος δ̓ ἦν ῥήτωρ περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς.
s-648
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@982
ἀκόλαστος δ̓ ἦν ὁ ῥήτωρ περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς.
[49] tree
Ἀριστάρχου γοῦν τινος ἐρασθεὶς μειρακίου καὶ δἰ αὐτὸν παροινήσας εἰς Νικόδημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς.
s-649
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@983
Ἀριστάρχου γοῦν τινος ἐρασθεὶς μειρακίου καὶ δἰ αὐτὸν παροινήσας εἰς Νικόδημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς.
[50] tree
παραδέδοται δὲ καὶ περὶ ὄψα καὶ περὶ νέους καὶ περὶ γυναῖκας πολυτελής.
s-650
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@984
παραδέδοται δὲ καὶ περὶ ὄψα καὶ περὶ νέους καὶ περὶ γυναῖκας πολυτελής.
[51] tree
τοιγαροῦν καὶ γραμματεὺς ποτ̓ αὐτοῦ εἶπε·
s-651
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@985
τοιγαροῦν καὶ ὁ γραμματεὺς ποτ̓ αὐτοῦ εἶπε·
[52] tree
τί δ̓ ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο;
s-652
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@986
τί δ̓ ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο;
[53] tree
ἀναλαβεῖν γοῦν καὶ εἰς τὴν οἰκίαν λέγεταί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων·
s-653
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@988
ἀναλαβεῖν γοῦν καὶ εἰς τὴν οἰκίαν λέγεταί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων·
[54] tree
Μυρρίνην δὲ τὴν Σαμίαν ἑταίραν Δημήτριος εἶχεν βασιλεὺς τῆς διαδοχῆς τελευταῖος καὶ ἔξω τοῦ διαδήματος κοινωνὸν εἶχε τῆς βασιλείας, ὥς φησιν Νικόλαος Δαμασκηνός.
s-654
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@990
Μυρρίνην δὲ τὴν Σαμίαν ἑταίραν Δημήτριος εἶχεν ὁ βασιλεὺς ὁ τῆς διαδοχῆς τελευταῖος καὶ ἔξω τοῦ διαδήματος κοινωνὸν εἶχε τῆς βασιλείας, ὥς φησιν Νικόλαος ὁ Δαμασκηνός.
[55] tree
Πτολεμαῖός τε τὴν ἐν Ἐφέσῳ διέπων φρουρὰν υἱὸς ὢν τοῦ Φιλαδέλφου βασιλέως Εἰρήνην εἶχε τὴν ἑταίραν, ἥτις ὑπὸ Θρᾳκῶν ἐν Ἐφέσῳ ἐπιβουλευομένου τοῦ Πτολεμαίου καὶ καταφυγόντος εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν συγκατέφυγεν·
s-655
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@991
Πτολεμαῖός τε ὁ τὴν ἐν Ἐφέσῳ διέπων φρουρὰν υἱὸς ὢν τοῦ Φιλαδέλφου βασιλέως Εἰρήνην εἶχε τὴν ἑταίραν, ἥτις ὑπὸ Θρᾳκῶν ἐν Ἐφέσῳ ἐπιβουλευομένου τοῦ Πτολεμαίου καὶ καταφυγόντος εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν συγκατέφυγεν·
[56] tree
καὶ ἀποκτεινάντων αὐτὸν ἐκείνων Εἰρήνη ἐχομένη τῶν ῥόπτρων τῶν θυρῶν τοῦ ἱεροῦ ἔρραινεν τοῦ αἵματος τοὺς βωμούς, ἕως καὶ αὐτὴν κατέσφαξαν.
s-656
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@992
καὶ ἀποκτεινάντων αὐτὸν ἐκείνων ἡ Εἰρήνη ἐχομένη τῶν ῥόπτρων τῶν θυρῶν τοῦ ἱεροῦ ἔρραινεν τοῦ αἵματος τοὺς βωμούς, ἕως καὶ αὐτὴν κατέσφαξαν.
[57] tree
Δανάην δὲ τὴν Λεοντίου τῆς Ἐπικουρείου θυγατέρα ἑταιριζομένην καὶ αὐτὴν Σώφρων εἶχεν ἐπὶ τῆς Ἐφέσου·
s-657
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@993
Δανάην δὲ τὴν Λεοντίου τῆς Ἐπικουρείου θυγατέρα ἑταιριζομένην καὶ αὐτὴν Σώφρων εἶχεν ὁ ἐπὶ τῆς Ἐφέσου·
[58] tree
δἰ ἣν αὐτὸς μὲν ἐσώθη ἐπιβουλευόμενος ὑπὸ Λαοδίκης, δὲ κατεκρημνίσθη, ὡς γράφει Φύλαρχος διὰ τῆς δωδεκάτης λέγων τάδε·
s-658
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@994
δἰ ἣν αὐτὸς μὲν ἐσώθη ἐπιβουλευόμενος ὑπὸ Λαοδίκης, ἡ δὲ κατεκρημνίσθη, ὡς γράφει Φύλαρχος διὰ τῆς δωδεκάτης λέγων τάδε·
[59] tree
πάρεδρος τῆς Λαοδίκης Δανάη, πιστευομένη ὑπ̓ αὐτῆς τὰ πάντα, Λεοντίου δ̓ οὖσα τῆς μετ̓ Ἐπικούρου τοῦ φυσικοῦ σχολασάσης θυγάτηρ, Σώφρονος δὲ γεγονυῖα πρότερον ἐρωμένη, παρακολουθοῦσα διότι ἀποκτεῖναι βούλεται τὸν Σώφρονα Λαοδίκη διανεύει τῷ Σώφρονι, μηνύουσα τὴν ἐπιβουλήν.
s-659
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@995
ἡ πάρεδρος τῆς Λαοδίκης Δανάη, πιστευομένη ὑπ̓ αὐτῆς τὰ πάντα, Λεοντίου δ̓ οὖσα τῆς μετ̓ Ἐπικούρου τοῦ φυσικοῦ σχολασάσης θυγάτηρ, Σώφρονος δὲ γεγονυῖα πρότερον ἐρωμένη, παρακολουθοῦσα διότι ἀποκτεῖναι βούλεται τὸν Σώφρονα ἡ Λαοδίκη διανεύει τῷ Σώφρονι, μηνύουσα τὴν ἐπιβουλήν.
[60] tree
δὲ συλλαβὼν καὶ προσποιηθεὶς συγχωρεῖν περὶ ὧν λέγει δύ̓ ἡμέρας παρῃτήσατο εἰς σκέψιν·
s-660
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@996
ὁ δὲ συλλαβὼν καὶ προσποιηθεὶς συγχωρεῖν περὶ ὧν λέγει δύ̓ ἡμέρας παρῃτήσατο εἰς σκέψιν·
[61] tree
καὶ συγχωρησάσης νυκτὸς ἔφυγεν εἰς Ἔφεσον.
s-661
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@997
καὶ συγχωρησάσης νυκτὸς ἔφυγεν εἰς Ἔφεσον.
[62] tree
μαθοῦσα δὲ Λαοδίκη τὸ ποιηθὲν ὑπὸ τῆς Δανάης κατεκρήμνισεν τὴν ἄνθρωπον, οὐδὲν τῶν προγεγενημένων φιλανθρώπων ἐπὶ νοῦν βαλομένη.
s-662
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@998
μαθοῦσα δὲ ἡ Λαοδίκη τὸ ποιηθὲν ὑπὸ τῆς Δανάης κατεκρήμνισεν τὴν ἄνθρωπον, οὐδὲν τῶν προγεγενημένων φιλανθρώπων ἐπὶ νοῦν βαλομένη.
[63] tree
τὴν δὲ Δανάην φασίν, ὡς ᾔσθετο τὸν ἐπηρτημένον αὐτῇ κίνδυνον, ἀνακρινομένην ὑπὸ τῆς Λαοδίκης οὐδ̓ ἀποκρίσεως αὐτὴν ἀξιῶσαι·
s-663
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@999
τὴν δὲ Δανάην φασίν, ὡς ᾔσθετο τὸν ἐπηρτημένον αὐτῇ κίνδυνον, ἀνακρινομένην ὑπὸ τῆς Λαοδίκης οὐδ̓ ἀποκρίσεως αὐτὴν ἀξιῶσαι·
[64] tree
δ̓ αὐτὸς Φύλαρχος καὶ περὶ Μύστας ἱστορεῖ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ οὕτως·
s-664
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1001
ὁ δ̓ αὐτὸς Φύλαρχος καὶ περὶ Μύστας ἱστορεῖ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ οὕτως·
[65] tree
Μύστα Σελεύκου τοῦ βασιλέως ἐρωμένη ἦν·
s-665
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1002
Μύστα Σελεύκου τοῦ βασιλέως ἐρωμένη ἦν·
[66] tree
ἔνθα ἐκφήνασα ἑαυτὴν ἥτις ἦν περισπουδάστως ὑπὸ τῶν Ῥοδίων τῷ Σελεύκῳ διεπέμφθη.
s-666
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1004
ἔνθα ἐκφήνασα ἑαυτὴν ἥτις ἦν περισπουδάστως ὑπὸ τῶν Ῥοδίων τῷ Σελεύκῳ διεπέμφθη.
[67] tree
Δημήτριος δ̓ Φαληρεὺς Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς ἡδέως δἰ αὐτὴν καὶ Λαμπιτὼ προσηγορεύετο, ὥς φησι Δίυλλος·
s-667
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1005
Δημήτριος δ̓ ὁ Φαληρεὺς Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς ἡδέως δἰ αὐτὴν καὶ Λαμπιτὼ προσηγορεύετο, ὥς φησι Δίυλλος·
[68] tree
ἐκαλεῖτο δὲ καὶ Χαριτοβλέφαρος.
s-668
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1006
ἐκαλεῖτο δὲ καὶ Χαριτοβλέφαρος.
[69] tree
ἦσαν δὲ αὗται δοῦλαι Κασίου τοῦ Ἠλείου μετὰ καὶ ἄλλων ἑταιρῶν, Ἀντείας, Στρατόλας, Ἀριστοκλείας, Φίλας, Ἰσθμιάδος, Νεαίρας.
s-669
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1008
ἦσαν δὲ αὗται δοῦλαι Κασίου τοῦ Ἠλείου μετὰ καὶ ἄλλων ἑταιρῶν, Ἀντείας, Στρατόλας, Ἀριστοκλείας, Φίλας, Ἰσθμιάδος, Νεαίρας.
[70] tree
δὲ Νέαιρα ἦν ἐρωμένη Ξενοκλείδου τοῦ ποιητοῦ καὶ Ἱππάρχου τοῦ ὑποκριτοῦ καὶ Φρυνίωνος τοῦ Παιανιέως, ὃς ἦν Δήμωνος μὲν υἱός, Δημοχάρους δὲ ἀδελφιδοῦς.
s-670
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1009
ἡ δὲ Νέαιρα ἦν ἐρωμένη Ξενοκλείδου τοῦ ποιητοῦ καὶ Ἱππάρχου τοῦ ὑποκριτοῦ καὶ Φρυνίωνος τοῦ Παιανιέως, ὃς ἦν Δήμωνος μὲν υἱός, Δημοχάρους δὲ ἀδελφιδοῦς.
[71] tree
τὴν δὲ Νέαιραν εἶχον ἡμέραν παῤ ἡμέραν, διαιτητῶν γενομένων φίλων, Φρυνίων καὶ Στέφανος ῥήτωρ·
s-671
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1010
τὴν δὲ Νέαιραν εἶχον ἡμέραν παῤ ἡμέραν, διαιτητῶν γενομένων φίλων, Φρυνίων καὶ Στέφανος ὁ ῥήτωρ·
[72] tree
ὃς καὶ περὶ Σινώπης τῆς ἑταίρας τάδε λέγει·
s-672
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1012
ὃς καὶ περὶ Σινώπης τῆς ἑταίρας τάδε λέγει·
[73] tree
Ἀρχίαν τὸν ἱεροφάντην ἐξελεγχθέντα ἐν τῷ δικαστηρίῳ ὡς ἀσεβοῦντα καὶ θύοντα παρὰ τὰ πάτρια τὰς θυσίας ἐκολάσατε·
s-673
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1013
Ἀρχίαν τὸν ἱεροφάντην ἐξελεγχθέντα ἐν τῷ δικαστηρίῳ ὡς ἀσεβοῦντα καὶ θύοντα παρὰ τὰ πάτρια τὰς θυσίας ἐκολάσατε·
[74] tree
διαβόητος δ̓ ἑταίρα γέγονε καὶ Μιλησία Πλαγγών·
s-674
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1015
διαβόητος δ̓ ἑταίρα γέγονε καὶ ἡ Μιλησία Πλαγγών·
[75] tree
ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις Κολοφώνιος νεανίσκος, Βακχίδα ἔχων ἐρωμένην τὴν Σαμίαν.
s-675
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1016
ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις Κολοφώνιος νεανίσκος, Βακχίδα ἔχων ἐρωμένην τὴν Σαμίαν.
[76] tree
λόγους οὖν προσενέγκαντος τοῦ νεανίσκου πρὸς αὐτὴν Πλαγγὼν ἀκούουσα τῆς Βακχίδος τὸ κάλλος καὶ ἀποτρέψαι θέλουσα τὸν νεανίσκον τοῦ πρὸς αὑτὴν ἔρωτος, ὡς ἀδύνατον ἦν, ᾔτησε τῆς συνουσίας μισθὸν τὸν Βακχίδος ὅρμον διαβόητον ὄντα.
s-676
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1017
λόγους οὖν προσενέγκαντος τοῦ νεανίσκου πρὸς αὐτὴν ἡ Πλαγγὼν ἀκούουσα τῆς Βακχίδος τὸ κάλλος καὶ ἀποτρέψαι θέλουσα τὸν νεανίσκον τοῦ πρὸς αὑτὴν ἔρωτος, ὡς ἀδύνατον ἦν, ᾔτησε τῆς συνουσίας μισθὸν τὸν Βακχίδος ὅρμον διαβόητον ὄντα.
[77] tree
δὲ σφοδρῶς ἐρῶν ἠξίωσε τὴν Βακχίδα μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον.
s-677
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1018
ὁ δὲ σφοδρῶς ἐρῶν ἠξίωσε τὴν Βακχίδα μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον.
[78] tree
καὶ Βακχὶς τὴν ὁρμὴν κατιδοῦσα τοῦ νεανίσκου, ἔδωκε.
s-678
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1019
καὶ ἡ Βακχὶς τὴν ὁρμὴν κατιδοῦσα τοῦ νεανίσκου, ἔδωκε.
[79] tree
Πλαγγὼν δὲ τὸ ἄζηλον συνιδοῦσα τῆς Βακχίδος τὸν μὲν ἀπέπεμψεν ἐκείνῃ, τῷ δὲ ὡμίλησε.
s-679
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1020
Πλαγγὼν δὲ τὸ ἄζηλον συνιδοῦσα τῆς Βακχίδος τὸν μὲν ἀπέπεμψεν ἐκείνῃ, τῷ δὲ ὡμίλησε.
[80] tree
καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιέπουσαι τὸν ἐραστήν.
s-680
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1021
καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιέπουσαι τὸν ἐραστήν.
[81] tree
ἐφ̓ οἷς Ἴωνες ἀγασθέντες, ὥς φησι Μενέτωρ ἐν τῷ περὶ Ἀναθημάτων, Πασιφίλαν ἐκάλεσαν τὴν Πλαγγόνα·
s-681
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1022
ἐφ̓ οἷς Ἴωνες ἀγασθέντες, ὥς φησι Μενέτωρ ἐν τῷ περὶ Ἀναθημάτων, Πασιφίλαν ἐκάλεσαν τὴν Πλαγγόνα·
[82] tree
μαρτυρεῖ δὲ καὶ Ἀρχίλοχος περὶ αὐτῆς ἐν τούτοις·
s-682
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1023
μαρτυρεῖ δὲ καὶ Ἀρχίλοχος περὶ αὐτῆς ἐν τούτοις·
[83] tree
ἐνεμεσήθη δέ.
s-683
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1026
ἐνεμεσήθη δέ.
[84] tree
Φιλήμονος γὰρ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος, ἀντέγραψεν Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς.
s-684
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1027
Φιλήμονος γὰρ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος, ἀντέγραψεν Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς.
[85] tree
Ἅρπαλος δ̓ Μακεδὼν τῶν Ἀλεξάνδρου πολλὰ χρημάτων συλήσας καὶ καταφυγὼν εἰς Ἀθήνας ἐρασθεὶς Πυθιονίκης πολλὰ εἰς αὐτὴν κατανάλωσεν ἑταίραν οὖσαν·
s-685
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1028
Ἅρπαλος δ̓ ὁ Μακεδὼν ὁ τῶν Ἀλεξάνδρου πολλὰ χρημάτων συλήσας καὶ καταφυγὼν εἰς Ἀθήνας ἐρασθεὶς Πυθιονίκης πολλὰ εἰς αὐτὴν κατανάλωσεν ἑταίραν οὖσαν·
[86] tree
καὶ ἀποθανούσῃ πολυτάλαντον μνημεῖον κατεσκεύασεν·
s-686
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1029
καὶ ἀποθανούσῃ πολυτάλαντον μνημεῖον κατεσκεύασεν·
[87] tree
Δικαίαρχος δ̓ ἐν τοῖς περὶ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησι·
s-687
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1031
Δικαίαρχος δ̓ ἐν τοῖς περὶ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησι·
[88] tree
ταὐτὸ δὲ πάθοι τις ἂν ἐπὶ τὴν Ἀθηναίων πόλιν ἀφικνούμενος κατὰ τὴν ἀπ̓ Ἐλευσῖνος τὴν ἱερὰν ὁδὸν καλουμένην.
s-688
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1032
ταὐτὸ δὲ πάθοι τις ἂν ἐπὶ τὴν Ἀθηναίων πόλιν ἀφικνούμενος κατὰ τὴν ἀπ̓ Ἐλευσῖνος τὴν ἱερὰν ὁδὸν καλουμένην.
[89] tree
πάλιν δ̓ ὅταν ἐξετάσῃ Πυθιονίκης τῆς ἑταίρας ὄν, τίνα χρὴ προσδοκίαν λαβεῖν αὐτόν;
s-689
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1035
πάλιν δ̓ ὅταν ἐξετάσῃ Πυθιονίκης τῆς ἑταίρας ὄν, τίνα χρὴ προσδοκίαν λαβεῖν αὐτόν;
[90] tree
Θεόπομπος δ̓ ἐν τῇ πρὸς Ἀλέξανδρον Ἐπιστολῇ τὴν Ἁρπάλου διαβάλλων ἀκολασίαν φησὶν·
s-690
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1036
Θεόπομπος δ̓ ἐν τῇ πρὸς Ἀλέξανδρον Ἐπιστολῇ τὴν Ἁρπάλου διαβάλλων ἀκολασίαν φησὶν·
[91] tree
ἐπίσκεψαι δὲ καὶ διάκουσον σαφῶς παρὰ τῶν ἐκ Βαβυλῶνος ὃν τρόπον Πυθιονίκην περιέστειλεν τελευτήσασαν.
s-691
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1037
ἐπίσκεψαι δὲ καὶ διάκουσον σαφῶς παρὰ τῶν ἐκ Βαβυλῶνος ὃν τρόπον Πυθιονίκην περιέστειλεν τελευτήσασαν.
[92] tree
καὶ πάντες ἐθαύμαζον, ὅτι τῶν μὲν ἐν Κιλικίᾳ τελευτησάντων ὑπὲρ τῆς σῆς βασιλείας καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐδέπω νῦν οὔτε ἐκεῖνος οὔτ̓ ἄλλος οὐδεὶς τῶν ἐπιστατῶν κεκόσμηκε τὸν τάφον, Πυθιονίκης δὲ τῆς ἑταίρας φανήσεται τὸ μὲν Ἀθήνησιν, τὸ δ̓ ἐν Βαβυλῶνι μνῆμα πολὺν ἤδη χρόνον ἐπιτετελεσμένον.
s-692
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1041
ὃ καὶ πάντες ἐθαύμαζον, ὅτι τῶν μὲν ἐν Κιλικίᾳ τελευτησάντων ὑπὲρ τῆς σῆς βασιλείας καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐδέπω νῦν οὔτε ἐκεῖνος οὔτ̓ ἄλλος οὐδεὶς τῶν ἐπιστατῶν κεκόσμηκε τὸν τάφον, Πυθιονίκης δὲ τῆς ἑταίρας φανήσεται τὸ μὲν Ἀθήνησιν, τὸ δ̓ ἐν Βαβυλῶνι μνῆμα πολὺν ἤδη χρόνον ἐπιτετελεσμένον.
[93] tree
ἣν γὰρ πάντες ᾔδεσαν κοινῆς δαπάνης κοινὴν τοῖς βουλομένοις γιγνομένην, ταύτης ἐτόλμησεν φίλος εἶναι σοῦ φάσκων ἱερὸν καί τέμενος ἱδρύσασθαι καὶ προσαγορεῦσαι τὸν ναὸν καὶ τὸν βωμὸν Πυθιονίκης Ἀφροδίτης, ἅμα τῆς τε παρὰ θεῶν τιμωρίας καταφρονῶν καὶ τὰς σὰς τιμὰς προπηλακίζειν ἐπιχειρῶν.
s-693
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1042
ἣν γὰρ πάντες ᾔδεσαν κοινῆς δαπάνης κοινὴν τοῖς βουλομένοις γιγνομένην, ταύτης ἐτόλμησεν ὁ φίλος εἶναι σοῦ φάσκων ἱερὸν καί τέμενος ἱδρύσασθαι καὶ προσαγορεῦσαι τὸν ναὸν καὶ τὸν βωμὸν Πυθιονίκης Ἀφροδίτης, ἅμα τῆς τε παρὰ θεῶν τιμωρίας καταφρονῶν καὶ τὰς σὰς τιμὰς προπηλακίζειν ἐπιχειρῶν.
[94] tree
μνημονεύει τούτων καὶ Φιλήμων ἐν Βαβυλωνίῳ·
s-694
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1043
μνημονεύει τούτων καὶ Φιλήμων ἐν Βαβυλωνίῳ·
[95] tree
βασίλισσ̓ ἔσῃ Βαβυλῶνος, ἂν οὕτω τύχῃ·
s-695
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1044
βασίλισσ̓ ἔσῃ Βαβυλῶνος, ἂν οὕτω τύχῃ·
[96] tree
τὴν Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον.
s-696
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1045
τὴν Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον.
[97] tree
μνημονεύει δ̓ αὐτῆς καὶ Ἄλεξις ἐν Λυκίσκῳ.
s-697
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1046
μνημονεύει δ̓ αὐτῆς καὶ Ἄλεξις ἐν Λυκίσκῳ.
[98] tree
μετὰ δὲ τὴν Πυθιονίκης τελευτὴν Ἅρπαλος Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην.
s-698
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1047
μετὰ δὲ τὴν Πυθιονίκης τελευτὴν ὁ Ἅρπαλος Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς ὁ Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην.
[99] tree
ἔστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν Ῥωσσῷ τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει.
s-699
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1048
ἔστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν Ῥωσσῷ τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει.
[100] tree
ἐδιδάχθη δὲ τὸ δρᾶμα ἤδη φυγόντος τοῦ Ἁρπάλου ἐπὶ θάλατταν καὶ ἀποστάντος.
s-700
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@1051
ἐδιδάχθη δὲ τὸ δρᾶμα ἤδη φυγόντος τοῦ Ἁρπάλου ἐπὶ θάλατταν καὶ ἀποστάντος.

Edit as listText viewDependency trees